Sophonias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελιμμένη ὡς θιμωνιὰ ἃλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.

αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα.

ἐπιφανήσεται [*](§ Γ) Κύριος ἐπʼ αὐτούς, καὶ ἐξολεθρεύσει πάντας τοὺς §θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.

Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε·

καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ [*](U+05D0AQΓ) [*](II 1 συνδεηθητε U+05D0c.a (rursus συνδεθ.) 2 om προ του επ. εφ υμ. οργην Κυριου U+05D0c.b 3 σκεπασθητε] εκσπασθητε Q 4 εις αφαν.] pr εσται AQ εκριφησεται] εκριζωθησεται A εκριζωθησεται] εκριφησεται A 5 εφ] προς A 7 επ] εξ U+05D0* (επ U+05D0c.a, c.ᵇ) αυτους 1⁰] αυτου U+05D0¹ (- τους U+05D0*c.a (vid)) AQ* (-ους Qmg) | νομησονται U+05D0* (νεμ. U+05D0¹) | Ιουδα 2⁰] pr υ U+05D0* (improb U+05D0¹ postea ras) | απεστρεψε (-ψεν U+05D0c.b AQ*)] επεστρεψε U+05D0* (-ψεν U+05D0c.ᵃ) 8 Αμμως U+05D0* (Αμμων U+05D0c.a, c.b) | ονιδειζον Q* (ονειδ. Qᵃ) 9 διοτι] οτι U+05D0* (διοτι U+05D0c.a postea οτι) | υιοι (incep υια U+05D0* υιοι U+05D0¹)] pr οι U+05D0AQ) | εκλελειμ- μενη Bᵃ?b Qᵃ | αιωναν U+05D0* | καταλοιπου (1⁰) A | λαου] pr του A 10 παντο- κρατοραν U+05D0* (-ρα U+05D0c.a) 11 επιφανησεται] επιφανης εσται U+05D0* (-στε) A (-σετε U+05D0c.a -σεται U+05D0c.b bostea εσται revoc) | αυτω] αυτου U+05D0* (-τω U+05D01c.a, c.b) | αυτου] αυτων A 13 εκτενει] εκτενω U+05D0c.b (postea -νι) AQΓ | αυτου] μου U+05D0c.b (postea αυτου) AQΓ)

67
ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον [*](B) ὡς ἔρημον·