Habacuc

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τ0 λῆμμα ὃ εἶδεν Ἁμβακοὺμ ὁ προφήτης.

Ἕως τίνος, Κύριε, κράξομαι, καὶ οὐ μὴ εἰσακούσῃς ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;

ἵνα τί ἔδειξάς μοι κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπαωρίαν καὶ ἀσέβειαυ ; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει·

διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.

ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε·διότιδιότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.

διότι ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινόν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ·

φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται·

καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.

συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξ ἐναντίας, καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.

[*](U+05D0ΑQ)[*](Inscr Αμβακουμ η BU+05D0AQ I 1 προφης A 2 κραξομαι] κεκρ. Bᵃ (fort) bU+05D0* (κραξ. U+05D0? postea κεκρ. revoc) AQ 3 μοι εδειξας A | ταλαι- πωριαν] pr επι A 4 διεξαγεται] εξαγε sup ras A b | ασεβης] pr ο AQ 5 θαυμασετε Q* (-σατε Qᵃ) | om εργον εγω Q* (hab Qmg) υμων] ημων U+05D0* (υμ. U+05D0c.b) | εκδιηγησηται U+05D0* (εκδιηγηται U+05D0c.a, c.b) εκδιηγησεται Q* (-σηται Qa) + υμιν U+05D0c.a (non c.b) AQᵐᵍ 6 διοτι] οτι A | εξεγειρω] + εφ υμας U+05D0c.a (postea ras) A | Χαλδαιους (-δεους U+05D0) + τους μαχητας AQ | πικρον] ταχινον AQᵃ (ταχειν. Q*) ταχινον] ταπινον U+05D0* (ταχ. U+05D0c) πικρον AQ | τα πλατη] το πλατος A 7 αυτου 4⁰] ουτου U+05D0* (αυτ· U+05D0c.a, c.b) 8 παρδαλις BU+05D0* (-λεις U+05D0c.b) A | λοικους U+05D0* (λυκ. U+05D0c.a, c.b) Αραβειας A | ιππις U+05D0* (-πεις U+05D0c.b) | ορμησουσι Qa | προθυμος] προιμος U+05D0* (προθ. U+05D01) 9 συντελια U+05D0* (-λειαν U+05D0c.b) | εις] επι U+05D0c.b(vid) (postea εις) επ AQ | συ|ναξι U+05D0* συ|αξι U+05D0c.a)
59

καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ, [*](B) καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.

τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου.

Οὐχὶ σὺ ἀπʼ ἀρχῆς. Κύριε ὁ θεὸς ὁ ἅγιός μου καὶ οὐ μὴ ἀποθάνωμεν. Κύριε, εἰς κρίμα τέταχας αὐτό· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.

καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾷν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους ὀδύνης· ἴνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντα ; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;

καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;

συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ.

ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά·

διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτενειν ἔθνη οὐ φείσεται.