Jonas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ⁶περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς.
  • ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,
  • ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων,
  • ⁷κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι·
  • καὶ ἀναβήτω φθορὰ ζωῆς μου, Κύριε ὁ θεός μου,
  • 8ἐν τῷ ἐκλιπεῖν ἀπʼ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου
  • ἐμνήσθην,
  • καὶ ἔλθοι πρὸς σὲ ἡ εὐχή μου εἰς ναὸν ἅγιόν σου.
  • ⁹φυλασσόμενοι μάταια καὶ ψευδῆ
  • ἔλεος αὐτῶν ἐγκατέλιπον.
  • ¹⁰ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι,
  • ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.
  • ¹¹Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.
  • Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων