Jonas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους,

καὶ εἶπεν [*](8 ειπον] ειπαν U+05D0AQ | απαγγειλον] + δή Qmg | ημιν] + τινος ενεκεν η κακια U+05D0AQ αυτη εστιν εν ημιν AQ | ερχη] + κ που πορευει U+05D0c.b + και που πορευη Qᵐᵍ | ει συ] συ ει Q 9 ειμι εγω U+05D0* (εγω ειμι U+05D0c mox ειμι εγω revoc) | τον κυριον θεον] κν τον θν Q | σεβομαι] φοβουμαι U+05D0c.b 10 φοβω μεγαλω U+05D0c.ᵇ ⁽ᵛiᵈ) (mox φοβον μεγαν revoc) | φευων U+05D0* (φευγων U+05D0c.a) 11 ποιησωμεν U+05D0A | επορυετο U+05D0c.b επωρυετο AQ* : item 13 12 αυτους] αυτο Qᵃᵛⁱᵈ εμβαλετε] ενβαλατε U+05D0 | om με 2⁰ AQa οτι] διοτι U+05D0* (οτι U+05D0c.b) κλυδων] γ pro κ inceb U+05D0* (κλ. U+05D0¹) 13 καιπερ εβιαζοντο B* ᵛiᵈ (και παρεβιαζ. Bᵃᵇ) προς] θ΄σ΄ εις Qᵐᵍ εδυναντο A εηγειρετο U+05D0* (εξηγ. U+05D0¹ c.a) 14 προς Κυριον και ειπαν μηδαμως sup ras et in mg Aa Κυριον] pr τον U+05D0* (om τον U+05D0c.b) om μη απολωμεθα...συ Κυριε U+05D0* (hab U+05D0c.a) απολοιμεθα U+05D0c.a (απολωμ. U+05D0c.b) Q διοτι] οτι AQ* (διοτι Qmg) συ] σου U+05D0c.ᵃ βεβουλου U+05D0* (εβ. U+05D0?) 15 εξεβαλον] εβαλον U+05D0*c.b ενεβαλον U+05D0c.ᵃA σαλους AQ* (-λου Qᵃ) 16 εφοβηθησαν] incep ερ U+05D0* θυσιαν AQ* (-ας Qᵃ) om κυριω U+05D0* (superscr κω U+05D01) | ηυξξαντο U+05D0¹ (ηξ. U+05D0*) AQ II 1 κητει] τητει U+05D0* (κητι U+05D0c.a, c.ᵇ) καταπιειν] και κατεπιεν U+05D0* (καταπ. U+05D0c.a, c.ᵇ) τον Ιωναν] om τον U+05D0? 2 τον θεον] om τον U+05D0c.ᵃ (rurs ras) Q 2—3 om αυτου εκ της κοιλιας...Κυριον τον θεον (2⁰) U+05D0* (hab U+05D0¹c.a (ᵛiᵈ), c.b) 2 τον θεον] om τον Q 3 ειπεν] + ως Qmg)

50
[*](B)
  • Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν
  • μου.
  • ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου·
  • ⁴ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης,
  • καὶ ποταμοί με ἐκύκλωσαν,
  • πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ
  • διῆλθον.
  • ⁵καὶ ἐγώ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου·
  • ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν λαὸν τὸν ἅγιόν
  • σου;
  • ⁶περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς.
  • ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,
  • ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων,
  • ⁷κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι·
  • καὶ ἀναβήτω φθορὰ ζωῆς μου, Κύριε ὁ θεός μου,
  • 8ἐν τῷ ἐκλιπεῖν ἀπʼ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου
  • ἐμνήσθην,
  • καὶ ἔλθοι πρὸς σὲ ἡ εὐχή μου εἰς ναὸν ἅγιόν σου.
  • ⁹φυλασσόμενοι μάταια καὶ ψευδῆ
  • ἔλεος αὐτῶν ἐγκατέλιπον.
  • ¹⁰ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι,
  • ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.
  • ¹¹Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.