Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν·

κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σεναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.

τίς ἡρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ,

ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα λαχεἱς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.

διὰ τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαί ους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·

ἕως τοῖς κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λάχεις· κληρονομία ἕως Ὀδολλὰμ ἤξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.

ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ήχμαλωτεύθησαν ἀπὸ σοῦ.

ʼΕγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταῖς αὐτῶν, καὶ ἄμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ἥραν πρὸς τὸν θεὸν τὰς χεῖρας αὐτῶν·

καὶ ἐπεθύμουν ἀγρούς, καὶ διήρπαζον ὀρφανούς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, καὶ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.

διὰ τοῦτο λέγει Κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά, ἐξ ὦν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὄρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημφθήσεται ἐφʼ ὑμᾶς παραβολή, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων αλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ [*](ΑQ) [*](7 συνεστρεψεν] επεστρεφεν Qmᵍ 8 θρηνησει] πενθησει Qmg ποιη- σεται] pr και A δρακόντων] ντω | sup ras Bᵃᵇ σιρηνων Q* 10 εν Ακειμ] [εν] Βαχειμ Qmg γhν] μμων A καταγελωτα 2⁰] pr εις Qᵃ θῶν sup rue Aᵃ 11 Σεννααρ...οικον sup ras Bᵃᵇ Σεννααρ] Σεννααν Qᵃ ληψεται Q 15 ψόφος] pr0 ηφ c0ep π (²γ) B*ᵛⁱᵈ αυτη] αυτης A (θ Ιαυτη) Qmg) εστι Qᵃ Σιων BᵇA) ασεβειαι] pr αι A 14 δωσεις A κενον εγενοντο BQ*8 κενα εγενετο AQ* (-νοντο Qᵃ) του Ισραηλ] om του A 15 αγαγωσιν] σγάγω σοι )ᵈᵍ Ὀδολλὰμ λ 1⁰ ras Bᵃvidⁱ 16 εμπλατυνον BᵃᵇQ) κηρειαν BᵃᵇQᵃ (ξυρησιν Qᵐᵍ) II 1 οὕτων 10 sup ras pll lilt Aᵇ 2 οἴκους] ὗς sup ras A om και 6⁰ AQ* (hab Qmᵍ) 3 ορθροι A 4 ληφθήσεται Q)

31
ἡμῶν διεμερίσθησαν.

διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν [*](B) κλήρῳ ἐν ἐκκλησίᾳ Κυρίου.

μὴ κλαίετε δάκρυσιν, μηδέ δακρυέτωσαν ἐπὶ τούτοις· οὐ γὰρ ἀπώσεται ὀνείδη

ὁ λέγων Οἶκος Ἰακὼβ παρώργισεν πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστίν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶν καλοὶ μετʼ αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται;

καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.