Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΚAI ἐγένετο λόγος Κυρίου πρὸς Μειχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν [*](B) ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπέρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἰερουσαλήμ.

Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.

διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,