Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.

ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά, ὅτι εἶπεν Πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.

διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·

καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς, καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς, καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἡ νῦν.

καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ.