Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- καὶ τίνι ἀφήσει ἁμαρτίας, εἰ μὴ τοῖς ἡμαρτηκόσι
- δικαίους εὐλογήσεις, καὶ οὐκ εὐθυνεῖς περὶ ἱὡν ἡμάρτοσαν,
- καὶ ὴ χρηστότης σου περὶ ἁμαρτάνοντας ἐν μεταμελεία.
- καὶ νῦν σὺ ὁ θεός, καὶ ἡμεῖς λαός σου ὃν ἠγάπησας·
- ἴδε καὶ οἰκτείρησον, ὁ θεὸς Ἰσραήλ, ὅτι σοί ἐσμεν·
- καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφʼ ἡμῶν,
- ἴνα μὴ ἐπιθῶνται ἡμῖν.
- ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Ἀβραάμ παρά πάντα τὸ ἔθνη,
- καὶ δοῦ τὸ ὄνομά σου ἐφʼ ἡμᾶς, Κύριε·
- καὶ οὐ καταπαύσεις τὸν αίῶνα.
- ἐυ διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν,
- καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν.
- τοῦ κυρίου ἐλεημοσύνη ἡ ἐπʼ οἶκον Ἰσραὴλ
- εἰς τὸν αἰῶνα καὶ ἔτι
- Ἐν δμνοις τῷ Σαλωμφν.
- Μακάριος ἀνὴρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ
- καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι,
- καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι.
- ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται·
- χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν.
- ὀρθώσει γὰρ ὁδοὺς δικαίων,
- καὶ οὐ διαπρέψει ἐν παιδείᾳ.
- καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείg.
- καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει·
- ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου,
- ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ.
- ῆίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα,
- καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ.
- καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ,
- καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ.
- ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα,
- καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου.
- τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον.
778
[*](r)- Τῷ Σαλωμών· εἰς προσδοκίαν.
- Εαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων,
- κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου·
- ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
- στῆθι, Ἰερουσαλήμ, ἐφʼ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου
- ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου.
- ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν·
- ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός.