Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. οὐ παρέλειπον ἁμαρτίαν ῆν οὐκ ἐποίησαν ὑπέρ τὰ ἔθνη.
  1. διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεαως,
  2. ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην.
  1. ἤγαγεν τὸν ἀπʼ ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς,
  1. ἔκρινεν τὸν πόλεμον ἐπὶ Ἰερουσαλὴμ καὶ τὴν γῆν αὐτῆς.
  1. ἠπάντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρδς.
  2. εἶπαν αὐτῷ Ἐπευκτὴ ἡ ὁδός σου· δεῦτε εἰσέλθατε μετʼ εἰρήνης
  1. ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ,
  2. ἤνοιξαν πύλας ἐπὶ Ἰερουσαλήμ, ἐστεφάνωσαν τείχη αὐτῆς.
  1. εἰσῆλθεν ὡς πατήρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ εἰρήνης.
  2. ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς.
  1. κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ἰερουσαλήμ,
  1. ἶτὶ ὁ θεὸς γαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐυ τῇ πλανήσει
  2. αὐτῶν.
  1. ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ,
  2. ἐξέχεεν τὸ αἵμα τῶν οἰκούντων Ἰερουσαλὴμ ὡς ὕδωρ
  3. ἀκαθαρσίας.
  1. ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν,
  2. ἅ ἐγέννησαν ἐν βεβηλώσει.
  1. ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καθὼς οἱ πατέρες αὐτῶν·
  1. ἐμίανεν Ἰερουσαλὴμ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ.
  1. ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσι τῆς γῆς.
  1. καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν.
  1. αἰνετὸς Κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ.
  1. ἰδου δή, ὁ θεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου.
  1. εδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου, ὁ θεός.
  2. ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας,
  1. ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης, κρίνων τὸν Ἰσραὴλ ἐν παιδείᾳ.
  1. ἐπίστρεψον, ὁ θεός, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς καὶ οἰκτείρησον ἡμᾶς·