Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ
- οὐκ ἀπώσει·
- καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα,
- καὶ μάστιγα παιδίας σου.
- κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου,
- τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς.
- Τῷ Σαλωμών· εἰς νῖκος.
- Θλίψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου,
- φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον·
- φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα,
- ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου.
- καὶ εἶπα τῇ καρδίᾳ μου
- Ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός
- φωνὴν ἤκουσα εἰς Ἰερουσαλὴμ πόλιν ἁγιάσματος·
- συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου.
- ἐφοβήθη ἡ καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον·
- εἶπα Κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ.
- ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γης·
- ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπʼ αἰῶνος.
- ἀυεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου·
- ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια.
- ἐν καταγαίοις κρυφίοις αἵ παρανομίαι αὐτῶν ἐν παροργισμῷ·