Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ πάροικος καὶ ἀλλογενὴς οὐ παροικήσει αὐτοῖς ἔτι·
  2. κρινεῖ λαοὺς καὶ ἔθνη ἐν σοφίᾳ δικαιοσύνης αὐτοῦ.
  3. διάφαλμα.
  1. καὶ ἕξει λαοὺς ἐθνῶν δουλεύειν αὐτῷ ὑπὸ τὸν ζυγὸν αὐτοῦ,
  2. καὶ τὸν κύριον δοξάσει ἐν ἐπισήμῳ πάσης τῆς γῆς.
  1. καὶ καθαριεῖ Ἰερουσαλὴμ ἐν ἁγιασμῷ, ὡς καὶ τὸ ἀπʼ ἀρχῆς.
  1. ἔρχεσθαι ἔθνη ἀπʼ ἄκρου τῆς γῆς ἰδεῖν τὴν δόξαν αὐτοῦ.
  2. φέροντες δῶρα τοὺς ἐξησθενηκότας υἱοὺς αὐτῆς,
  1. καὶ ἰδεῖν τὴν δόξαν Κυρίου ἣν ἐδόξασεν αὐτὴν ὁ θεός·
  2. καὶ αὐτὸς βασιλεὺς δίκαιος διδακτὸς ὑπὸ θεοῦ ἐπʼ αὐτούς,
  1. καὶ οὐκ ἔστιν ἀδικία ἐν ταῖς ἡμέραις αὐτοῦ ἐν μέσῳ
  2. αὐτῶν·
  3. ὅτι πάντες ἅγιοι, καὶ βασιλεὺς αὐτῶν χριστὸς κύριος.
  1. οὐ γὰρ ἐλπιεῖ ἐπὶ ἵππον καὶ ἀναβάτην καὶ τόξον,
  2. οὐδὲ πληθυνεῖ αὐτῷ χρυσίον οὐδὲ ἀργύριον εἰς πόλεμον·
  3. καὶ πολλοῖς οὐ συνάξει ἐλπίδας εἰς ἡμέραν πολέμου.
  1. Κύριος αὐτὸς βασιλεὺς αὐτοῦ· ἐλπὶς τοῦ δυνατοῦ ἐλπίδι θεοῦ,
  2. καὶ ἐλεήσει πάντα τὰ ἔθνη ἐνώπιον αὐτοῦ ἐν φόβῳ.
[*](26 εξωσον il αμαρτωλοα lr] αμαρτωλῶν i αμαρτωλους hmpv ως] εν i hilmpv συντριψον i 27 om εν απειλη...προσωπου αυτου mp 28 συναξαι i 29 ετι ilr] om hmpv 30 ουτων εισιιν) (h)il(mpv) της γῆς] om της i 31 αυτοις] pr εν l om διαψαλμα m 32 τον ζυγον] om τον hilmpv 33 καθαρισει himpv 34 ερχεσθε il 35 δικαιος] + και p 36 om οτι παντες...χριστος κυριος i 37 εφ ιππον i ουδε 2⁰] και hit 38 του] αυτου r)
786
[*](r)
  1. κατάξει γὰρ γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ εἰς αἰῶνα
  1. εὐλογήσει λαὸν Κυρίου ἐν σοφίᾳ μετʼ εὐφροσύνης.
  1. καὶ αὐτὸς καθαρὸς ἀπὸ ἁμαρτίας, τοῦ ἄρχειν λαοὺς μεγάλους.
  2. ἐλέγξαι ἄρχοντας καὶ ἐξᾶραι ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου·
  1. καὶ οὐκ ἀσθενήσει ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ θεῷ αὐτοῦ,
  2. ὅτι ὁ θεὸς κατηργάσατο αὐτὸν δυνατὸν ἐν πνεύματι ἁγίῳ
  3. καὶ σοφὸν ἐν βουλῇ συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης.
  1. καὶ εὐλογία Κυρίου μετʼ αὐτοῦ ἐν ἰσχύι,
  1. καὶ οὐκ ἀσθενήσει ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον·
  2. καὶ τίς δύναται πρὸς αὐτόν
  3. ἰσχυρὸς ἐν ἔργοις αὐτοῦ καὶ κραταιὸς ἐν φόβῳ θεοῦ,
  1. ποιμαίνων τὸ ποιμνίον Κυρίου ἐν πίστει καὶ δικαιοσύνῃ,
  2. καὶ οὐκ ἀφήσει ἀσθενῆσαι ἐν αὐτοῖς ἐν τῇ νομῇ αὐτῶν