Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- ἐπλανῶντο ἐν ἐρήμοις, σωθῆναι ψυχὰς αὐτῶν ἀπὸ κακοῦ,
- καὶ τίμιον ἐν ὀφθαλμοῖς παροικίας ψυχὴ σεσωσμένη ἐξ
- αὐτῶν.
- ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων·
- εἰς πᾶσαν τὴν γῆν ἐγενήθη σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων.
- ὅτι ἀνέσχεν ὁ οὐρανὸς τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν·
- πηγαὶ συνεσχέθησαν αἰώνιοι ἐξ ἀβύσσων, ἀπὸ ὀρέων
- ὑψηλῶν.
- ὅτι οὐκ ἣν ἐν αὐτοῖς ποιῶν δικαιοσύνην καὶ κρίμα·
- ἀπὸ ἄρχοντος αὐτῶ· καὶ λαοῦ ἐλαχίστου ἐν πάσῃ ἁμαρτίᾳ.
- ὁ βασιλεὺς ἐν παρανομίᾳ καὶ ὁ κριτὴς ἐν ἀπειθεία,
- καὶ ὁ λαὸς ἐν ἁμαρτίᾳ.
- ἲδὲ, Κύριε, καὶ ἀνάστησον αὐτοῖς τὸν βασιλέα αὐτῶν, υἱὸν Δαυίδ,
- εἰς τὸν καιρὸν ὸν ἴδες σύ, ὁ θεός,
- τοῦ βασιλεῦσαι ἐπὶ Ἰσραὴλ παῖδά σου.
785
- καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν τοῦ θραῦσαι ἄρχοντας ἀδίκους.