Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἔνυξέν με ὁὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
  2. ὁ σαωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με.
  1. ἐξομολογήσομαί σοι, ὁ θεός, ὅτι ἀντελάβου μου εἰς σωτηρίαν.
  2. καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν.
  1. μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπʼ ἐμοῦ, ὁ θεός,
  2. μηδέ τὴν μνήμην περὶ σοῦ ἀπὸ καρδίας ἕως θανάτου.
  1. ἐπικράτησόν μου, ὁ θεός, ἀπὸ ἁμαρτίας πονηρᾶς
  2. καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄφρονα.
  1. καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης,
  2. [*](§c)
  3. καὶ παντὸς ὑποκειμένου¶ ἀπὸ ἁμαρτίας ἀνωφελοῦς.
  1. τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου,
  2. καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαφύλαξον.