Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ,
  2. τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,
  3. τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,
  4. ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
  1. ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·
  2. ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ.
  1. ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα·
  2. οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ,
  3. ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ.
  1. καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι,
  2. οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν·
  3. ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν,
[*](chilmpv)[*](4 παραπτωματα] pr τα chiimpv 5 om η chilmpv δικαιου] pr του cl εκ παντων τουτων ουδεν hilmpv 5-6 om ουδεν...αμαρτωλου cl 6 των αμαρτωλων himpv 11 φοβουμενους] + αυτον chilmpv X IV ψαλμος 1δ i Σαλωμων lr] Σαλομων chipv (doest titin m) 1 υπομενουσι chilmpv πορευομενοις] + εν ακακια και i ω cl] om r ως hmpv ον i 2 του κυριου] om του chilmpv 3 κληρονομια clr] pr η himpv Ισραηλ cilr] pr ο hmpv 4 η επιθυμια cilr] εν επιθ. hmpv)
781
  1. καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ.
  2. [*](I)
  3. ὅτι ὁδοὶ ἀνθρώπων γναωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός,
  4. καὶ ταμεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι.
  1. ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια,
  2. καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων.
  3. οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ.