Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου,
  2. ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ.
  1. ῆίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα,
  2. καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ.
  1. καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ,
  2. καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ.
  1. ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα,
  2. καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου.
  1. τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον.
  1. Τῷ Σαλωμών· εἰς προσδοκίαν.
    1. Εαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων,
    1. κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου·
    2. ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
    1. στῆθι, Ἰερουσαλήμ, ἐφʼ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου
    2. ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου.
    1. ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν·
    2. ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός.
    1. ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖ ·
    1. οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν,
    2. οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν.