Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, 
  2. (18)καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
  1. καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην,
  2. ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν,
  3. ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
  1. καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος,
  2. καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ,
  1. καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων
  2. καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
  1. καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος
  2. ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ
  3. [*](U+05D0AC)[*](8 εισαγειν A 9 υψος] pr το U+05D0A? (pr του A*) C | κατεσχεν] και την A | 10 ιδωσι U+05D0 | το πορευεσθαι (incep πορι U+05D0* πορευ. U+05D01 c.a)] om το U+05D0 11 εκα- στος U+05D0c.ᵃA] εκαστω BU+05D0* 12 τα οστα] pr και U+05D0 | αντικαταλλασσομενον] αντικαταλλαξοι ξενον U+05D0* (αντικαταλλασσ. U+05D0c.a) 13 αυτου 1⁰] + Σαμουηλ U+05D0AC | βασιλεα] βασιλειαν U+05D0AC 15 πιστει 2⁰] ρημασν U+05D0AC 16 επε- | καλεσα U+05D0* (-σατο U+05D0c.ᵃ) | αυτου εχθρους U+05D0* (εχθρ. αυτου U+05D0c. ᵃ) 17 Κυριος] | pr ο U+05D0 18 Τυρων U+05D0* (-ριων U+05D0c.ᵃ) 19 χριστου] +αυτου U+05D0c.ᵃ)
    743
  4. Χρήματα καὶ ἕως ὑποδημάτων
  5. [*](B)
  6. ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·Β
  7. καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
  1. καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν
  2. καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ,
  3. καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ
  4. ἐν προφητεία, ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
  1. καὶ μετὰ τοῦτον ἀνέστη Ναθὰν
  2. προφητεύειν ἐν ἡμέραις Δαυείδ.
  1. ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου,
  2. οὕτως Δαυεὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
  1. ἐν λέουσιν ἔπαιζεν ὡς ἐν ἐρίφοις,
  2. καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.
  1. ἐν νεότητι αὐτοῦ (⁴)οὐχὶ ἀπέκτεινεν γίγαντα,
  2. καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ
  3. (5)ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης
  4. καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ ;
  1. ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον,
  2. καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος,
  3. ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ·
  4. ἀνυψώσει κέρας λαοῦ αὐτοῦ.
  1. οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν,
  2. καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου
  3. ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης.
  1. ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν,
  2. καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους
  3. ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.
  1. ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν
  2. ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης·
  3. [*](19 om και 3⁰ C | ειληφα B*ᵇAC (.. λιφα)] ειληφεν BᵃᵇU+05D0c.a 20 επρο- U+05D0AC φητευσεν U+05D0AC | om και 2⁰ U+05D0* (hab U+05D0¹⁽ᵐᵍ sinistr) | υπεδειξεν] επε[δεξ ]εν C | την φωνην] om την A | προφητεια (-τια C)] προφητειαις ( | εξαλιψει U+05D0 XLVII 1 τουτον] τουτο C | Ναθαν] Δαθαν A (Ναθ. Aᵇ) | Δαυειδ] Δαδ U+05D0* (Δαδ U+05D0c.ᵃ) 2 των υιων] om των U+05D0AC 3 επαιξεν Bᵃᵇ U+05D0AC επαισεν C | και] seq λ in U+05D0* (improb λ U+05D0¹ c.ᵃ) | εναρκεις U+05D0* (εν αρκοις U+05D0c.ᵃ) | αρνασιν A | 4 χειρας A | κατεβαλεν U+05D0C | Γολιαδ C 5 om γαρ C | ανθρωπον] + δυνα- τον BᵃᵇU+05D0 AC | ανυψωσαι U+05D0AC 6 ηνεσεν] ηρεσεν U+05D0* ηνεσαν U+05D0c.a 7 εχθρους] + σου U+05D0* (improb σου U+05D0c.ᵃ) | αυτων] αυτω C | κερας] κεραξ C 8 υψιστου U+05D0 | ρηματα C)
    744
    [*](Β)
  4. (10)ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν
  5. καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
  1. καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου,
  2. καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·
  1. εἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν,
  2. καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας,
  3. ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ
  4. καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα.
  1. Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ,
  2. καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ,
  3. καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων
  4. καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.
  1. μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων,
  2. καὶ διʼ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·
  1. Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης,
  2. ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν,
  3. ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ
  4. καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
  1. ὡς ἐσοφίσθης ἐν νεότητί σου,
  2. (¹6)καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.