Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἡγούμενοι λαοῦ ἐν διαβουλίοις
- καὶ συνέσει γραμματείας λαοῦ,
- σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·
- ἐκζητοῦντες μέλη μουσικῶν,
- διηγούμενοι ἔπη ἐν γραφῇ·
- ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι,
- εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·
- πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν,
- καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.
- εἰσὶν αὐτῶν οἱ κατέλιπον ὄνομα
- τοῦ ἐκδιηγήσασθαι ἐπαίνους,
- καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον
- καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες,
- καὶ ἐγένοντο ὡς οὐ γεγονότες,
- καὶ τὰ τέκνα αὐτῶν μετʼ αὐτούς.
- ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους,
- ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·
- μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ
- (¹² )ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·
- ἐν ταῖς διαθήκαις ¹²ἔστη σπέρμα αὐτῶν,
- ⁽¹³)καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς,
- ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν,
- καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·
737
- τὸ σῶμα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, [*](B)
- καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·
- σοφίαν αὐτῶν διηγήσονται λαοί,
- καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.
- Ἑνὼχ εὐηρέστησεν Κυρίῳ καὶ μετετέθη,
- ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.
- Νῶε εὑρέθη τέλειος δίκαιος,
- ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα·
- (18)διὰ τοῦτο ἐγενήθη κατάλιμμα τῇ γῇ,
- διὰ τοῦτο ἐγένετο κατακλυσμός·
- διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν,
- ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.
- Ἀβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν,
- καὶ οὐχ ἐρέθῃ ὅμοιος ἐν τῇ δόξῃ,
- ὃς συνετήρησεν νόμον Ὑψίστου,
- καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ,
- (21)καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην,
- καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·
- διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ
- ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ,
- πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς,
- ⁽2³)καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ,
- καὶ κατακληρονομῆσαι αὐτοὺς
- ἀπὸ θαλάσσης ἕως θαλάσσης
- καὶ ἀπὸ ποταμοῦ ἕως ἄκροσ γῆς.
- καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως
- δι᾿ Ἀβραὰμ τὸν πατέρα αὐτοῦ
- ⁽²5)εὺλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,
- καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ·
- ⁽26)ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ,
- καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· [*](14 τὸ σωμα] τα σωματα U+05D0A 15 επαινον] + αυτων A | εξαγγελει A U+05D0A 17 εγενετο 1⁰] εγενοντο U+05D0* (-νετο U+05D0c. ᵃ) | om δια τουτο (1⁰)...τη γη U+05D0* (hab U+05D0c.ᵃ) | εγενηθη] εγενετο U+05D0 | καταλιμμα (-λειμμα Bᵇ)] καταλιμ sup ras Bᵃ κα sup ras Aᵃ | δια τουτο (2⁰)] οτε U+05D0c.ᵃA | κατακλυσμος] pr ο A 18 om κατακλυσμω A 19 Αβραμ A | ομοιος] + αυτω A | τη δοξη] om τη U+05D0c. ᵃ |20 om και 2⁰ A | εστησεν] εζητησεν U+05D0 21 τω σπερματι] om τω U+05D0A | om πληθυναι...σπερμα αυτου U+05D0* hab sup ras U+05D0c.c (vid) ᵐᵍ | ανυψωσαι το] αι το sub ras Bᵃᵇ | γης 2⁰] pr της U+05D0A 22 Ισακ B*U+05D0* (Ισαακ Bᵃᵇ U+05D0c.ᵃ) | δι] δια A 23 αυτου 1⁰)pr υψιστου U+05D0* (om U+05D0¹))
- καὶ διέστειλεν μερίδας αὐτοῦ,
- ἐν φυλαῖς ἐμέρισεν δέκα δύο·
- (⁽27)καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους,
- εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός,
738
[*](Β)