Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου
- καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
- χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ,
- ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.
- ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν·
- ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.
- ζυγὸς καὶ ἱμὰς κάμψουσιν τράχηλον,
- καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι·
- μβαλε αὐτὸν εἰς ἐργασίαν, ἴνα μὴ ἀργῇ.
- πολλὴν γαρ κακίαν ἐδίδαξεν ἡ ἀργία·
- εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ,
- κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ.
- καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί,
- καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.
- τἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ,
- ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· [*](U+05D0ΑC)[*](26 εκοπιασατε C | αλλα] + κ U+05D0c.a | πασι C | ζητουσιν (-σι C)] εκζητουσιν U+05D0c.a | παιδειαν (-διαν U+05D0A)] σοφιαν C 27 οι ηγουμενοι] om οι U+05D0 29 παση] pr εν U+05D0c.a aAC 31 πασιν U+05D0Α | υπεραγων] επερανω C | μη] pr κ U+05D0c.a 32 συντελιας C 33 χορτασματα] χορτασμα A pr περι δουλων C man satis ant*mg | αρτος] pr πε δόυλω Bᵃ?ᵇ? | παιδια U+05D0 (πεδ.) A | om και 4⁰ U+05D0* (hab U+05D0c.a) 34 ζητησεις U+05D0*A* (σει U+05D0c.a A?) C*fort (τησει ελευθ. sup ras Cᵃ) 35 τραχηλον καμψουσῖ| U+05D0Α τραχ. καμπτουσιν C 37 πολλη C* (ν superscr C?vid) 38 om αυτου BᵃᵇU+05D0* (hab U+05D0c.a) AC | εν] επι U+05D0AC 39 συ] σοι)
- εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς σεαυτόν, [*](B)
- ὅτι ὡς ἡ ψυχή σου ἐπιδέησις αὐτῷ·
713
- ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρῶ,
- (33)ἐν ποἰᾳ ὁδῷ ζητήσεις αὐτόν;
- Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί,
- καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
- ὁὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον,
- οὕτως ὁ ἐπέχων ἐνυπνίοις·
- τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων,
- κατέναντι προσώπου ἁμοίαομα προσώπου.
- ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται;
- καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσεις
- μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν,
- (6)καὶ ὡς ὠδινούσης φαντάζεται καρδία
- ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ,
- μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
- πολλοὺς ἐπλάνησεν τὰ ἐνύπνια,
- καὶ ἐξέπεσον ἐλπίζοντες ἐπʼ αὐτοῖς.
- ἄνευ ψεύδους συντελεσθήσεται νόμος,
- καὶ σοφία στόματι πιστῷ τελείωσις.
- Ἀνήρ πεπαιδευμένος ἔγνω πολλά,
- καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·
- ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν,
- δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.