Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά·
- γίνου ὡς γινόσκων καὶ ἅμα σιωπῶν.
- ἐν μέσᾳῳ μεγιστάνων μὴ ἐξισάζου,
- καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
- πρὸ βροντῆς κατασπεύδει ἀστραπή,
- καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
- ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει.
- ἀπότρεχε εἰς οἶκον καὶ μὴ ὸᾳθύμει·
- ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου,
- καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.
710
[*](B)- καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε
- καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
- Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν,
- καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν·
- ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ,
- καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ·
- οἱ φοβούμενοι Κύριον είρήσουσιν κρίμα.
- καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.
- ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν,
- καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
- ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα.
- ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον,
- (23)καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.
- ἄνευ βουλῆς μηθὲν ποιήσῃς.
- καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
- ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου,
- καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν·
- μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
- καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
- ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου,
- καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
- ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
- καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
- τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν,
- ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
- ἀνὴρ σοφὸς οὐ μισήσει νόμον,
- ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
- ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ,
- καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.