Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός.
- καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
- βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός.
- πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
- αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου,
- θυγάτηρ δὲ ἐπʼ ἐλαττώσει γίνεται.
- θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς,
- καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
- πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα,
- καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.
- μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις.
- μάστιγες καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.
- συνκολλῶν ὄστρακον ὁ διδάσκων μαορόν,
- (8)ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου·
- διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωράῷ.
- καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν