Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή,
  2. οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.
  1. ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας,
  2. καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται.
  1. ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην,
  2. καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτὴν.
  1. ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ,
  2. καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.
  1. μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος,
  2. ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
  1. αἱρετὸν κλέπτης ἢ ἐνδελεχίζων ψεύδει,
  2. ἀμφότεροι δὲ ἀπωλίαν κληρονομήσουσιν.
  1. ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία,
  2. καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς
  3. Λόγοι παραβολῶν.
  1. Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν,
  2. καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν·