Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες,
  2. ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν·
  3. (27)ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ,
  4. ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
  1. ετλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν,
  2. καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶυ νεφελῶν·
  3. (29) πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος;
  4. κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
  1. ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία,
  2. καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν εὐσεβοῦς.
[*](U+05D0AC)[*](s11 ισηγορεισθαι] εισηγορ. BU+05D0* (improb postea ras ε 1° U+05D0?) A | μετ] μετα Bc⁽ᵛⁱᵈ) | πλειοσι U+05D0 13 περιπατεις] sign prae se fert B? (mg) 17 ευ- σεβην BU+05D0 20 ταπενοτης] in π ras aliq B? ταπινωσις A 21 παπεινος] πτωχος U+05D0* (ταπ. U+05D0c.a ) 21— X IV 4 evan plurima in C 22 εσφαλη A 23 προσανατρεπουσιν A 24 αγαθος] + κστιν A | εστιν] προσεστν U+05D0c.a | πτωχια U+05D0 | στοματι U+05D0Α | ευσεβους] ασεβους U+05D0A)
671
  1. καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ,
  2. [*](B)
  3. ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
  1. ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν,
  2. καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.
  1. Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ,
  2. καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας·
  1. μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ,
  2. καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
  1. ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος,
  2. καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα ;
  1. ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις,
  2. καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
  1. ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται;
  2. καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
  1. τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος,
  2. καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦκἂν
  1. εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ,
  2. καὶ ἐπʼ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.
  1. πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ,
  2. ἀποστρέφων πρόσαωπον καὶ ὑπερορῶν ψυχάς.
  1. πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι,
  2. καὶ ἀδικία πονηρὰ ἀναξηρανεῖ ψυχήν.
  1. ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπʼ ἄρτῳ,
  2. καὶ ἐνλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.
  1. Τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτόν,
  2. καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε·
  1. μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ,
  2. καὶ διαθήκη ἅδου οὐχ ὑπεδείχθη σοι·
  1. πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ,
  2. [*](25 εαν 1⁰] + τε U+05D0A 26 ευρεσεις A | κοπων U+05D0A X TV 1 στο- U+05D0AC ματι] pr τω A | αμαρτιων U+05D0A 2 μακαριος] + ανηρ A 4 αλλω A* fort (-οις A?) | τρυφησουσιν] εντρυφ. U+05D0c.a 6 βασκανοντος A | εαυ- τον] αυτον U+05D0* (εαυτ. U+05D0¹) 7 εκφανει U+05D0? 8 οφθαλμω] οφθαλμον εαυτου A οφθαλμοις C 9 πλεονεκτου] + δε A | μεριδα A | αναξηραινει U+05D0 (-νι) AC 10 φθονερος] pr ο U+05D0c.a | αριων C | ελλιπης BᵃᵇU+05D0A (?C) 11 σεαυτον] σαυτον A σεαυτω C 12 θανατος] pr ο U+05D0c.a | υποδιχθησεται U+05D0c.a)
    672
    [*](B)
  3. καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.
  1. μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας.
  2. καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.
  1. οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου,
  2. καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;