Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔητιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων,
- καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
- ἔστιν νωθρὸς καὶ προσδεόμενος ἀντιλήμψεως,
- ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει·
- (13)καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά.
- καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.
- καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ,
- καὶ ἀπεθαύμασαν ἐπʼ αὐτῷ πολλοί
- ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, [*](2 ανθρωπον] ανδρα U+05D0C | ορασει] θρασει U+05D0 (καλλ incep U+05D0* improb U+05D0¹) U+05D0ΑC 3 μελισσα] pr η U+05D0C | αυτης] + εστι U+05D0c.a 4 om εν 3⁰ U+05D0A 6 δυναστοι U+05D0* (-παι U+05D0c.a) | εταιρων] ετερων BᵃᵇAC 7 πριν] + η U+05D0A 8 om η U+05D0AC 9 om χρεια U+05D0AC*ᵛⁱᵈ (hab χρια Cᵃ) 10 πραξις A | εαν 1⁰] +γαρ U+05D0 | αθωωθηση Bᵃfortᵇ (αθσωθ. B*AC αθωοθ. U+05D0c.a)] αθωος εση U+05D0* 11 τοσω B*U+05D0c.aC) τοσουτω Bᵃfort b U+05D0* ποσω A 12 εστι A | om και 1⁰ U+05D0* (hab κ U+05D0c.a) A | προσδεομενος] δεομενος C | ισχυι] pr εν U+05D0c.a c.c | πτωχια C | περισσευων U+05D0 | ο οφθαλμος U+05D0* (οι οφθαλμοι U+05D0c.a) | επεβλεψεν U+05D0* (-ψαν U+05D0c.a) | ανωρθω- σαν C 13 απεθαυμασαν] ανεθαυμασαν A?vⁱᵈ εθαυμασαν Ca 14 κακα] κα B* (κακα Bᵃfortᵇ))
- πταχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστίν.
666
[*](B)- Δόσις Κυρίου παραμένει εὐσεβέσιν,¶
- καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδααοθήσεται.
- ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ,
- καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·
- ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν,
- καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου,
- (20)καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται,
- καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
- στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ,
- καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
- μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ·
- πίστευε τῷ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου·
- (23)ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλου·
- τίσαι πένητα.
- εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς,
- καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
- μὴ εἴπῃς Τίς ἐστίν μου χρεία,
- καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
- μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν,
- καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ;
- ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν,
- καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
- ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς
- ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
- κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς,
- καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
- πρὸ τελευτῆς μὴ μακάριζε μηδένα,
- καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
- Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου·
- πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
667
- πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ·
- οὕτως καρδία ὑπερηφάνου,
- καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.
- τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει,
- καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
- ἀπὸ σπινθῆρος πυρὸς πληθυνθήσεται ἀνθρακιά,
- καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.