Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν·

καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας ταύτης ἀπ’ αἰῶνος·

ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν.

καὶ ἀνύψωσα ἀπὸ ὀργῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην·

καὶ ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου, μὴ

  • ἐγκαταλίπῃ
  • με ἐν ἡμέρᾳ θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας.

    αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω σε ἐν ἐξομολογήσει·

    λογήσει· καὶ εἰσηκούσθη ἡ δέησίς μου· ἔσωσας γὰρ ἡμᾶς ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ·

    διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σε καὶ εὐλογήσω τὸ ὄνομά σου, κύριε.

    ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου·

    ἔναντι λαοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτου ἐκζητήσω αὐτήν·

    ἐξ ὄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη [*](190 2) ἡ καρδία μου ἐν αὐτῇ· ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευον αὐτήν·

    ἔκλινα τὸ οὖς μου ὀλίγον καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν·

    προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω

  • δύναμιν.
  • [*](14 Incertum an ναοῦ)
    71
    διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν, κοὶ ζηλῶσαι τὸ ἀγαθόν,

    κοὶ οὐ μὴ αἰσχυνθῶ.

    διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπενόησα·

    τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν·

    καρδίαν ἐκτησάμην μετ’ αὐτῆς ἀπ’ ἀρχῆς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.

    καὶ ἡ καρδία μου ἐταράχθη ζητῆσαι αὐτήν.

    διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα· ἔδωκε Κύριος γλῶσσαν μισθόν

  • μου,
  • καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.

    ἐγγίσατέ μοι, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας·

    διότι διότι ἢ τί λέγετε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα;

    ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου·

    τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἢ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν·