Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν [*](188 1) ἀγαπήσει κεκοιμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.

᾿Ηλίας ὃς ἐσκεπάσθη ἐν λαίλαπι·

καὶ ᾿Ελισσαιὲ ἐνεπλήσθη πνεύματος ἁγίου, καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ἀπὸ ἀρχόντων, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.

πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει προεφήτευσε τὸ σῶμα αὐτοῦ·

καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τῆ τελευτῇ αὐτοῦ θαυμάσια τὰ ἔργα αὐτοῦ.

ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαός, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν,

ἕως προενομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων

67
ἐν τῷ οἴκῳ Δαυίδ·

τινὲς μὲν ἐποίησαν αὐτῶν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.

᾿Εζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ·

ὤρυξεν ἐν σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.

ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ καὶ ἀπέστειλε τὸν ῥαψάκην ἐκ Λαχεῖς καὶ ἀπῆρε χεῖρα αὐτοῦ ἐπὶ Σιῶν, καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ.

τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·

καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες χεῖρας αὐτῶν πρὸς αὐτόν.

καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαίου.

ἐπάταξε τὴν παρεμβολὴν τῶν ᾿Ασσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.

ἐποίησε γὰρ ᾿Εζεκίας τὸ ἀρεστὸν κυρίου καὶ ἐνίσχυσεν ὁδοῖς Δαυῖδ τοῦ πατρὸς αὐτοῦ, ὡς ἐνετείλατο Ἠσαίας ὁ προφήτης ὁ μέγας καὶ σεπτὸς ἐν ὁράσει αὐτοῦ.

ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκε ζωὴν βασιλεῖ.

πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα, καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιῶν·

ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.