Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ·

χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·

καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.

καὶ μετὰ τοῦτο ἀνέστη Νάθαν ὁ προφήτης [*]((XLVII)) ἐν ἡμέραις Δαυίδ.

ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυὶδ ἀπὸ υἱῶν ᾿Ισραήλ.

ἐν λέουσιν λέουσιν ὡς ἐν ἐρίφοις, καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.

ἐν νεότητι αὐτοῦ ἀπέκτεινε γίγαντα, καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ·

καὶ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ, ἐπεκαλέσατο γὰρ κύριον ὕψιστον,

[*](3 Cod. ἄρνασι)

65
καὶ ἔδωκεν ἐν τῆ δεξιᾷ αὐτοῦ κράτος, ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ, ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ.

[*](187 1)

οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν, καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου, ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης·

ἐξέτριψε γὰρ ἐχθροὺς κυκλόθεν, καὶ ἐξουδένωσε Φυλιστιεὶμ τοὺς ὑπεναντίους, ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας·

ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν·

ἁγίῳ Ὑψίστῳ ῥήματι δόξης ἐν πάση καρδίᾳ αὐτοῦ ὕμνησε*.

καὶ ἔστησε ψαλμῳδοὺς κατέναντι θυσιαστηρίου, καὶ ἐξήχους αὐτοῦ γλυκαίνειν μέλη, καὶ καθ’ ἡμέραν αἰνέσουσιν ἐν ᾠδαῖς αὐτῶν.

ἔδωκεν ἐν ταῖς ἑορταῖς εὐπρέπειαν, καὶ ἐκόσμησε καιροὺς μέχρι συντελείας, ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον αὐτοῦ ὄνομα, καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα αὐτοῦ.

κύριος ἀφεῖλε τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἀνύψωσεν εἰς αἰῶνας τὸ κέρας αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλείας καὶ θρόνον δόξης ἐν τῷ ᾿Ισραήλ.

μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων, καὶ δι’ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ.

Σολομῶν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης καὶ ἐδοξάσθη, ὡς ὁ θεὸς κατέπαυσε κυκλόθεν αὐτοῦ,

ἵνα στήσῃ οἶκον ἐπ’ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.

ὡς ἐσοφίσθη ἐν νεότητι αὐτοῦ καὶ ἐνεπλήσθη ὡς ποταμὸς συνέσεως.

γῆν ἐπεκάλυψεν ἡ ψυχή σου πᾶσαν, καὶ ἐνέπλησε παραβολαῖς αἰνιγμάτων·

εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγάπησεν ἐν τῇ εἰρήνῃ σου·

ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἑρμηνείαις ἀπεθαύμασαν αἱ χῶραι·

ἐν ὀνόματι κυρίου τοῦ θεοῦ πάσης τῆς γῆς τοῦ ἐπικαλεσαμένου σου θεοῦ ᾿Ισραήλ· συνήγαγες ὡς κασσίτηρον τὸ χρυσίον, καὶ ὡς μόλυβον ἐπλήθυνας τὸ ἀργύριον.