Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

δόξῃ αὐτοῦ, ὃς συνετήρησε νόμον Ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ, ἐν σαρκὶ αὐτοῦ ἔστησε δια- θήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·

διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογεῖν ἔθνη ἐν σπέρματι αὐτοῦ, πληθύναι αὐτὸν ὡς χοῦν τῆς γῆς, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς.

καὶ ἐν τῷ ᾿Ισαᾶκ ἔστησεν οὕτως, διὰ ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ, εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,

καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ·

ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· καὶ δῖέ ’στειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς αἷς ἐμέρισε δώδεκα·

καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, εὑρίσκοντα [*]((XLV)) χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων, Μωσῆν οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·

ὡμοίωσεν αὐτὸν δόξη ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν.