Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οὗ οὐκ ἔστι φραγμός, διαρραγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος.

τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῆ ἐφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσίαν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.

πᾶς φίλος ἐρεῖ· ἐφιλίασα κἀγώ· ἀλλ’ ἔστι φίλος ὀνόματι μόνον φίλος.

οὐχὶ λύπη μένει ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;

ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι;

ἑταῖρος φίλῳ συνδιαιτᾷ εὐφροσύνη, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·

ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς καὶ ἔναντι πολεμίου λήψεται ἀσπίδα.

μὴ ἐπιλαθοῦ φίλου ἐν τῆ ψυχῇ σου, καὶ μὴ μνημονεύσῃς αὐτοῦ ἐν χρήμασί σου.

μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν.

πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ’ ἔστι συμβουλεύων εἰς ἑαυτόν·

ἀπὸ συμβούλου φύλαξαι ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία·

καὶ γὰρ αὐτὸς ἑαυτῷ συμβουλεύεται, μήποτε βάλλῃ ἐπὶ σοὶ κλῆρον, καὶ εἴπῃ σοι·

καλὴ ὁδός σου, καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι·