Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὡς ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

[*](12 Cod. καθεύρεμα)
45

ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,

καὶ ἐπίβλεψον, καὶ τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐκζητοῦντά σε·

ἔπαρον τὴν χεῖρά σου ἐπ’ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου·

ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐναντίον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·

καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς σε ἔγνωμεν·

ὅτι οὐκ ἔστι θεὸς πλήν σου κύριε· ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον [*](1742) θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν,

ὅπως διηγῶνται τὰ θαυμάσιά σου·

ἔγειρον θυμὸν καὶ ἔκχεε ὀργήν,

ἔπαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.

σπεῦσον καιρὸν καὶ μνήσθητι ὀργῆς, καὶ ἐκδιηγησάσθωσάν σοι τὰ θαυμάσιά σου.

ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.

σύντριψον κεφαλὰς ἀρχόντων ἐθνῶν, λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν.

συνάγαγε πάσας φυλὰς ᾿Ιακώβ.

λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασι τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται. ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, [*]((ΧΧΧΙ)) καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον·

μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνος.

ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τρυφημάτων αὐτοῦ·

ἑ κοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῆ ἀναπαύσει αὐτοῦ ἐπιδεὴς γίνεται.

ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν οὗτος πλησθήσεται.

πολλοὶ ἐδέθησαν χάριν χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν·