Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
θυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμωκημένη,
καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων·
οὐκ εὐδοκεῖ ὁ ὕψιστος προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας.
θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.
ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὸν ἄνθρωπος αἱμάτων·
φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν, καὶ ἐκ χέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ.
εἷς οἰκοδομῶν καὶ εἷς καταλύων, >τί ὠφελοῦσι πλεῖον ἢ κόπους:
εἷς εὐχόμενος καὶ εἷς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;
βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὄφελος ἐν τῷ λουτρῷ αὐτοῦ;
οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ· καὶ πάλιν πορευόμενος
καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν;