Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ.

γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λογισμὸς ἐνθυμήματος ἐν καρδίᾳ [*](169 2) ἀνθρώπου.

πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.

ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ αὐτό, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.

πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους ἐπανήξει.

λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτία τοῖς ἐργαζομένοις κακίαν.

διήγησις εὐσεβοῦς διὰ παντὸς ἐν σοφίᾳ, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.

εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε.