Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου, καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον, καὶ ἐν ῾Ιερουσαλὴμ κατακληρονομήθητι.

πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰώνων οὐ μὴ ἐλλείπω.

ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, καὶ οὕτως ἐν Σιῶν ἐστηρίχθην·

ἐν πόλει ἡγιασμένη ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου.

καὶ ἔ’ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ.

ὡς κέδρος ὑψώθην ἐν τῷ Λιβάνῳ, καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών.

ὡς φοῖνιξ ἀνυψώθην ἐν Γαδδί, καὶ ὡς φυτὰ ῥόδου ἐν ῾Ιεριχῷ· ὡς ἔλαια εὐπρεπὴς ἐν πεδίῳ ὡραίῳ, καὶ ὡς πλάτανος ἀνυψώθην ἀφ’ ὕδατος.

[*](7 Cod. τινὸς)
33