Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μνήσθητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύσεις·

μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν, καὶ τῷ ἐθισμῷ σου μωρανθῇς, καὶ θελήσεις εἰ μὴ ἐγεννήθης, καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ.

ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ, ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ·

δύο εἴδη πληθύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν·

[*](1661)

ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ.

ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ·

ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ· τίς με ὁρᾷ ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαι;

τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος. καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου τοῦ ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἱ ἐπιβλέποτες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.

πρὶν ἢ κτισθῆναι τὰ πάντα, οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι καθορᾷ τὰ πάντα.