Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῆ μειδιάσει.

ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία, καὶ ὡς χλιδῶν ἐπὶ βραχίονος δεξιοῦ.

ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπ’ αὐτοῦ.

ἄφρων ἀπὸ θύρας παρακύψει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται.

ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίαν.

χείλη πολυλάλων τὰ οὐκ αὐτῶν διηγήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.

ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, ἐν δὲ καρδίᾳ σοφῶν τὸ στόμα αὐτῶν.