Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε κυρίῳ καὶ κατῃσχύνθη ; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;

διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι δύο τρίβους.

οὐαὶ καρδίᾳ παρειμένη, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται.

οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται κύριος;

οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσι ῥήμασιν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσι τὰς ὁδοὺς αὐτοῦ.

οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν παρ’ αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν πλησθήσονται τοῦ νόμου.

οἱ φοβούμενοι κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν.

ἐμπεσούμεθα εἰς χεῖρας θεοῦ καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε.

ὁ γὰρ κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστεπρέωσεν [*](148 2) ἐφ’ υἱούς.

ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας· καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.

ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις,

καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.

ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ.

ὁ φοβούμενος Κύριον τιμήσει πατέρα, [*](3 Cod. ἐξιλάσκεται)

4
καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν.

ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτῶν·

εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.

μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία·

ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.