Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οἰκέτης λέγων τῷ δεσπότη· ὡς ἀρέσκει οὐ ποιήσω, ἐὰν μετὰ ταῦτα ποιήση, παροργίζει τὸν τρέφοντα αὐτόν.

οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη· καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.

ἔστι πονηρία, καὶ αὐτὴ βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.

κρείσσων πτοούμενος ἐν συνέσει ἔμφοβος τοῦ περισσεύοντος ἐν φρονήσει καὶ παραβαίνοντος νόμιμα Ὑψίστου.

ἔστι πανουργία ἀκριβὴς καὶ αὐτὴ ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα, καὶ ἔστι δικαιῶν κρίσει σοφός.

ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου πυρώδους·

συγκύφων πρόσωπον καὶ ἐθελοκωφῶν, οὗ ἐὰν ἐπιγνωσθῇ προφθάσει σε κακοποιῆσαι·

καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.

ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·

στολισμὸς ἀνδρός, καὶ γέλως ὀδόντων, καὶ βῆμα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.

ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος.

[*](12 Cod. μέλος 25 Cod. κρῖμα)
26
[*]((XX))

ὡς καλόν ἐστιν ἐλέγξαι ἢ θυμοῦσθαι κρυπτῶς,

καὶ ὁ ἀνθομολογούμενος, κωλυθήσεται ἀπὸ ἐλαττώματος.

ἐπιθυμία εὐνούχου, ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίῳ κρίματα.

ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς αὐτοῦ·

ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν, εἰδὼς καιρόν.

ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων, ὑπερβήσεται καιρόν.

ὁ πλεονάζων λόγῳ, βδελυχθήσεται· καὶ ὁ ἐνεξουσιαζόμενος, μνησθήσεται. ὡς καλὸν ἐλεχθέντα φανερῶσαι μετάνοιαν, οὕτως γὰρ φεύξῃ ἑκούσιον ἁμάρτημα.

ἔστιν εὐδοκία ἐν κακοῖς ἀνδρὶ ἁμαρτωλῷ, καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν.

ἔστι δόσις ἢ οὐ λυσιτελήσει σοι, καὶ ἔστι δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν.

ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρε κεφαλήν.