Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἀπόστρεφε ἀδικίας, αὐτὸς γὰρ ὁδηγήσει ἐκ σκότους εἰς φωτισμὸν ὑγείας, καὶ σφόδρα μίσησον βδέλυγμα.

Ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;

ἀπὸ νεκροῦ ὡς μηδὲν ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς τῆ καρδίᾳ αἰνέσει τὸν κύριον.

ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου θεοῦ [*](160 2) ἡμῶν, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτὸν ὁσίως.

οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. τί φωτεινότερον ἡλίου;

καὶ τοῦτο ἐκλείπει· καὶ ἀνὴρ ὃς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα.

δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισε τὰ πάντα κοινῇ·

κύριος μόνος δίκαιος καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ,

23
οἰακίζων τὸν κόσμον ἐν σπιθαμῇ

χειρὸς αὐτοῦ, καὶ πάντα ὑπακούει τῷ θελήματι αὐτοῦ·

αὐτὸς γὰρ βασιλεὺς πάντων ἐν κράτει αὐτοῦ διαστέλλων ἐν αὐτοῖς ἅγια ἀπὸ βεβήλων.

τίνι ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ; καὶ τίς ἐξιχνίασε τὰ μεγαλεῖα αὐτοῦ;

κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;

οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου.

ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.

καὶ τί ἄνθρωπος καὶ τίς ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ; καὶ τί τὸ κακὸν αὐτοῦ;

ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη, ἕκατον· ἀλογίστῳ δὲ ἑκάστου πᾶσιν ἡ κοίμησις.

ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης, καὶ ὡς ψῆφος ἄμμου, οὕτως χίλια ἕτη ἐν ἡμέραις αἰῶνος.

διὰ τοῦτο μακροθυμεῖ Κύριος ἑ ’π’ αὐτοῖς, καὶ διαχέει τὸ αὐτοῦ ἐπ’ αὐτούς.

εἶδε καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά, διὰ τοῦτο ἐπλήθυνε τὸν ἐξιλασμὸν αὐτοῦ.

ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων, καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.