Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῆ καρδίᾳ σου·
ἐκφανῶ ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην αὐτοῦ.
καὶ ἐν κρίσει Κυρίου ἔργα αὐτοῦ ἀπ’ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν.
ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ ἐν χειρὶ αὐτοῦ αἱ ἀρχαὶ [*](159 2) αὐτοῦ εἰς γενεὰς γενεῶν. οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν ἐν ποιήμασιν αὐτοῦ, καὶ οὐκ ἐξέλειπον ἀπὸ τῶν ἔργων αὐτοῦ·
ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τὸν λόγον αὐτοῦ.
καὶ μετὰ ταῦτα εἰς γῆν ἐπέβλεψεν ὁ κύριος· καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ.
ψυχὴν παντὸς ζώου ἑ κάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.
Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον, καὶ πάλιν ἀπέστρεψεν αὐτὸν αὐτήν·
ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἑ ’π’ αὐτῆς.
ἐνέδυσε δὲ αὐτοὺς καθ’ ἑαυτοὺς ἰσχύν, καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς·
ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός, καὶ κατακυριεύειν θηρίων κοὶ πετεινῶν ἐν ὁμοιώματι.
ἕκτον δὲ νοῦν αὐτοῖς ἐδωρήσατο μερίζων, καὶ τὸν ἕβδομον λόγον ἑρμενέα τῶν ἐνεργημάτων αὐτοῦ.
διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκε διανοεῖσθαι αὐτοῖς.
ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς·
ἔθηκε τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν,
ἔδωκε δι’ αἰώνων καυχᾶσθαι ἐπὶ τοῖς θαυμασίοις αὐτοῦ, ἵνα διηγῶνται τὰ ἔργα αὐτοῦ συνετῶς·
καὶ ὄνομα ἁγιασμοῦ αὐτοῦ αἰνέσουσιν ἐκλεκτοί.
προσέθηκεν αὐτοῖς ἐπιστήμην, καὶ νόμον ζωῆς αὐτοῖς, εἰς τὸ νοῆσαι ὅτι θνητοὶ ὄντες ὑπάρχουσι νῦν·
διαθήκην αἰῶνος ἔστησε μετ’ αὐτῶν, καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.
μεγαλεῖον δόξης εἶδον [*](26 Cod. ἀπαρχῆς)