Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτῷ, καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε·

μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι·

πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.

μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω.

οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαιρέσεις κλήρου;

δὸς καὶ λάβε, καὶ ἁγίασον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τροφήν.

πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαθήκη ἡ ἀπ’ αἰῶνος θανάτῳ ἀποθανῇ.

ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· οὕτως καὶ γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται.

πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται.

μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ μελετήσει καλά, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται ἅγια·

ὁ διανοούμενος τὰς ὁδοὺς αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν [*](158 1) τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται