Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·

μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.

2

πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·

πάντα τὸν οἶκον αὐτῶν ἐνέπλησεν ἐπιθυμημάτων αὐτῆς, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.

ἀμφότερα δέ ἐστι δῶρα θεοῦ εἰς εἰρήνην.

στέφανος σοφίας φοβεῖσθαι τὸν κύριον, ἀναθάλλων εἰρήνην [*](147 2) καὶ ὑγίειαν ἰάσεως. πλατύνει δὲ καύχησιν τοῖς ἀγαπῶσιν αὐτόν·

ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρισεν ἡ σοφία, καὶ δόξαν κρατούντων αὐτὴν ἀνύψωσε.

ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. φόβος κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέφει ὀργήν·

οὐ δυνήσεται θυμώδης ἀνὴρ δικαιωθῆναι·

ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.

ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.

ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.

ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.

ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.

σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.

μὴ ἀπειθήσῃς φόβῳ Κυρίου ἐνδεὴς ὤν, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.

μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου μὴ πρόσεχε.

μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν,

καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου πάντα, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε. ὅτι οὐ προσῆλθες ἐν ἀληθείᾳ τῷ φόβῳ τοῦ κυρίου, καὶ ἢ καρδία σου πλήρης δόλου.