Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν,
  2. καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν·
  3. ἴνα συνπαροῦσά μοι κοπιάσῃ,
  4. [*](21 ουκ αλλως] ου καλως AC | ενκρατης E | om εαν μη ο θεος δω C | U+05D0AC τουτο] το C | δ ην] δη U+05D0*C δε U+05D0c.a | φρονησεως] + εστο C | η χαρις] om η A pr εστιν (C ΙΧ 1 om σου 1ᵇ C 2 om σου 1⁰ C | κατασκευασας U+05D0A | δεσποζει C 3 κρινη] κρινι A 6 τις η] η τις C | om εις U+05D0* (hab U+05D0c.a) C | ουδεν] oυθεν AC | λογισθησονται U+05D0* (-θησεται U+05D0c.a) 7 προ- ειλω] προειλου U+05D0 προσειλου C 8 οικοδομησαι] οι bis scr U+05D0* (improb Ι­° U+05D0c.a) οικοδομησω | κατασκηνεσεως A | μιμημασσκηνης C 9 ιδυια U+05D0A ειδυεια C | εποιει C 10 συμπαρουσα Bᵃᵇ συονπαρουσα E | κοπισσει C)
    620
    [*](Β)
  5. καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί.
  1. οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει,
  2. καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως.
  3. καὶ φυλάξει με ἐν τῆ δόξῃ αὐτῆς·
  1. καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου,
  2. καὶ διακρινῶ τὸν λαόν σου δικαίως,
  3. καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου.
  1. τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ;
  2. ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος
  1. λογισμοὶ γὰρ θνητῶν δειλοί,
  2. καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν·
  1. φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν.
  2. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα.
  1. καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς.
  2. καὶ τὰ ἐν χερσὶν  εὑρίσκομεν μετὰ πόνου·
  3. τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν;
  1. βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν
  2. καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὐψίσταων
  1. καὶ οὕτως διωρθώθησαν αἱ τρὰβοι τῶν ἐπὶ γῆς.
  2. καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι,
  1. καὶ τῇ σοφίᾳ ἐσώθησαν.
  1. Αὕτη πρωτόπλαστον πατέρα κόσμου
  2. μόνον κτισθέντα διεφύλαξεν,
  3. καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου,
  1. ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
  1. ἀποστὰς δὲ ἀπʼ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ
  2. ἀδελφοκτόνοις συναπώλετο θυμοῖς·
  1. δι ὃν κατακλυζομένην γῆν πάλιν διέσωσεν σοφία,
  2. δι εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
[*](U+05D0AC)[*](10 εστι A 11 οιδεν U+05D0c.aAC | om εν 1⁰ C | πραξεσιν U+05D0A | αυτης] εαυτης U+05D0* (αυτ.U+05D0c.a) ᵃ) 12 μου 1°] αυτου U+05D0* (μ. U+05D01) | δικαιως] σωφρονως C | θρονων] θρονου U+05D0* (-νων U+05D0c. ᵃ) 14 επισφαλεις BU+05D0c.aΑA ( λις U+05D0*C)] pr αι U+05D0 (imaprob αι U+05D01) 15 γαιωδες A 16 μολις] μογις U+05D0A | χερσιν] ποσιν U+05D0 | εξιχνιασε C 17 συ εδωκας] συνεδωκας C | απο υψιστων] απο υψηλω U+05D0* (απο υψιστ. U+05D0c.a) αφ υψους C 18 διορθωθησαν U+05D0C | των επι γης] τ. εθνων επι της γ. C | και 2°] κε A | αριστα C | σοφια] + σου U+05D0 X 1 διεφυλαξε C 2 τε] δε C | απαντων] παντων U+05D0AC pr απο U+05D0c.a) ᵃ 4 δι ον] διο U+05D0* (δι ον U+05D0c.a) C | διεσωσεν] εσωσεν U+05D0AC | om δι 2⁰ C)
621
  1. αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων
  2. [*](B)
  3. εὗρεν τὸν δίκαιον, καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ,
  4. καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.
  1. αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο
  2. φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·
  1. ἧς ἔτι μαρτύριον τῆς πονηρίας
  2. καπνιζομένη καθέστηκε χέρσος,
  3. καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά,
  4. ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
  1. σοφίαν γὰρ παροδεύσαντες
  2. οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά,
  3. ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιηον τῷ βίῳ μνημόσυνον,
  4. ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν.
  1. σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
  1. αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον
  2. ὡδήγησεν ἐν τρίβοις εὐθείαις·
  3. ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ,
  4. καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων·
  5. εὐπόρησεν αὐτὸν ἐν μόχθοις,
  6. καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ·