Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἰ δὲ φρόνησις ἐργάζεται,
  2. τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις;
  1. καὶ εἰ δικαιοσύνην ἀγαπῷ τις,
  2. οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί
  3. σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει,
  4. δικαιοσύνην καὶ ἀνδρείαν,
  5. ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.
  1. εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
  2. οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν,
  3. ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων,
  4. σημεῖα καὶ τέρατα προγινώσκει
  5. [*](27 προσφητας U+05D0* (προφ. U+05D0¹) 28 συθεν] ουδεν U+05D0A | ο θς αγαπα A | ο U+05D0AC θεος] θος U+05D0c.c (postea revoc ut vid ο θς) 29 ευπρεπρεστερα U+05D0* (ρ 2⁰ improb mox ras U+05D0?) | αστρων] αστερων A | συγκρινομενη BᵃᵇA 30 σοφιας] σοφια U+05D0* (-φιας U+05D0c a) σοφίαν A | ουκ αντισχυει] ου κατισχυει U+05D0A (-σχυι) V III 1 εις ΒA*] επι U+05D0Αa | διοικειται A 3 ευγεναν U+05D0 5 πλουσιωτερον] τιμιωτερον Κ | ἐργαζομένης] περιεργαζ. U+05D0* (περι improb U+05D01? ᵃ⁽ᵛiᵈ⁾) incip |ζομενης C 6 τεχνιτης Bᵇ?AC 7 σωφροσυνης A | ανδριαν U+05D0AC 8 πολυπειριαν BᵇU+05D0c.a (-ρειαν B*)] πολυπειραν A | οιδε U+05D0* (-δεν U+05D0c.a) | εικαζει U+05D0? (ras ν) A | λυσις Β*U+05D0ΑC ( σεις Bᵃᵇ))
    618
    [*](B)
  6. καὶ ἐκβάσεις καιρῶν καὶ χρόνον.
  1. ἕκρινα τοίνυν ταύτηυ ἀγαγέσθαι πρὸς συμβίαοσιν,
  2. εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν,
  3. καὶ παραίνεσις φροντίδαωων καὶ λύπης.
  1. ἔξω δι᾿ αὐτὴν δόξαν ἐν ὄχλοις.
  2. καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος·
  1. ὀξὺς εὑρεθήσομαι ἐν κρίσει,
  2. καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι
  1. σιγῶντά με περιμενοῦσιν, καὶ φθεγγομένῳ προσέξουσιν,
  2. καὶ λαλοῦντος ἐπὶ πλεῖον
  3. χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.
  1. ἔξω δι᾿ αὐτὴν ἀθανασίαν,
  2. καὶ μνήμην αἰώνιον τοῖς μετʼ ἐμέ ἀπολείψω.
  1. διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·
  1. φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί
  2. ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
  1. κἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·
  2. οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς,
  3. οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς,
  4. ἀλλὰ εὐφροσύνην καὶ χαράν.
  1. ταῦτα λογισάμενος ἐν ἐμαυτῷ
  2. καὶ φροντίσας ἐν καρδίᾳ μου
  3. ὅτι ἔστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας,
  1. καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθή,
  2. καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπής,
  3. καὶ ἐν συνγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις,
  4. καὶ εὔκλεια ἐν κοινωνίῷ λόγων αὐτῆς,
  5. περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
  1. παῖς δὲ ἤμην εὐφυής,
  2. ψυχῆς τε ἔλαχον ἀγαθῆς,
[*](U+05D0ΑC)[*](9 αγαγεσθαι ταυτην A | om αγαγεσθαι C | συνβουλος C 10 οχλω C 12 χειρα] χερας U+05D0 χειρα δε C | στομα] pr το U+05D0* (om το U+05D0c.a) 13 αθα- νασιαν] + |και τιμην παρα.. (evan 12 fere litt quae seq); leg fort [του παντο- κραφορος) C |απολειψω] καταλιψω 14 υποταγησονται U+05D0c. ᵃ 15 φανου- μαι] φανησομαι C 16 συνβιωσις 17 αθανασια εστιν BᵃU+05D0AC | εν συγγενεια (συγγενια U+05D0A συνγενια C)] om εν U+05D0* (hab U+05D0c.a) 18 φιλιαυτης A | τερψις] τρεψις C |αγαθη] γαθη sup ras Aᵃ | πλουτος] τερψις U+05D0* (πλ. U+05D0c. ᵃ) | ανεκλειπης A | συνγυμνασια (συγγ. Bᵃᵇ)] γυμνασα C | σμιλια A | φρονησεις A | ευκλεια] ευκλεης AC | λαβω] αγαγω U+05D0)
619
  1. μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.
[*](B)
  1. γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς ἐὰν μὴ ὁ θεὸς δῷ.
  2. καὶ τοῦτο δʼ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις.
  3. ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ,
  4. καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου
  1. θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου,
  2. ὁ ποιήσας τὰ πάντα ἐυ λόγῳ σου,
  1. καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον
  2. ἴνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων,
  1. καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
  2. καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ·
  1. δός μοι τὴν τῶν σῶυ θρόνων πάρεδρον σοφίαν,
  2. καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου.