Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔξω δι᾿ αὐτὴν δόξαν ἐν ὄχλοις.
- καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος·
- ὀξὺς εὑρεθήσομαι ἐν κρίσει,
- καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι
- σιγῶντά με περιμενοῦσιν, καὶ φθεγγομένῳ προσέξουσιν,
- καὶ λαλοῦντος ἐπὶ πλεῖον
- χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.
- ἔξω δι᾿ αὐτὴν ἀθανασίαν,
- καὶ μνήμην αἰώνιον τοῖς μετʼ ἐμέ ἀπολείψω.
- διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·
- φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί
- ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
- κἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·
- οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς,
- οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς,
- ἀλλὰ εὐφροσύνην καὶ χαράν.
- ταῦτα λογισάμενος ἐν ἐμαυτῷ
- καὶ φροντίσας ἐν καρδίᾳ μου
- ὅτι ἔστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας,
- καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθή,
- καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπής,
- καὶ ἐν συνγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις,
- καὶ εὔκλεια ἐν κοινωνίῷ λόγων αὐτῆς,
- περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
- παῖς δὲ ἤμην εὐφυής,
- ψυχῆς τε ἔλαχον ἀγαθῆς,
619
- μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.
- γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς ἐὰν μὴ ὁ θεὸς δῷ.
- καὶ τοῦτο δʼ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις.
- ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ,
- καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου
- θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου,
- ὁ ποιήσας τὰ πάντα ἐυ λόγῳ σου,
- καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον
- ἴνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων,
- καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
- καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ·
- δός μοι τὴν τῶν σῶυ θρόνων πάρεδρον σοφίαν,
- καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου.
- ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου,
- ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος
- καὶ ἐλάσσαων ἐν συνέσει κρίσεαως καὶ νόμων·