Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
  2. δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
  1. οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης,
  2. οὐδὲ ἐντραπήσεται μέγεθος·
  3. ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν,
  4. ὁμοίως τε προνοεῖ περὶ πάντων·
  1. τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔραυνᾷ.
  1. πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,
  2. ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.
  1. οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
  2. καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.