Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα,
  2. καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς,
  3. καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.
  1. ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,
  1. φροντὶς δὲ παιδείας ἀγάπη,
  2. ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,
  3. προσοχὴ δέ νόμων βεβαίωσις ἀφθαρσίας,
  1. ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦἐπιθυμία
  1. ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.