Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
  2. καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν
  3. ἁλοῦνται,
  1. καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι
  2. ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης,
  3. ποταμοὶ δὲ συνκλύσουσιν ἀποτόμαας·
  1. ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεος,
  2. καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς·
  3. [*](U+05D0A)[*](12 διοδον] οδον U+05D0* (διοδ. U+05D0c.a) 13 γεννηθεντες U+05D0A | εξελειπομεν 14 κα ως μνεια] ως μνιον U+05D0* η ως μνια U+05D0c.a | μονημερου U+05D0 | παρωδευσεν] ι δευσεν U+05D0* (παρωδ. U+05D0c.a) 16 ευπρεπιας U+05D0 | τη δεξια] δεξια κυ | υ ρασπιει] υπερασπιρει (.πιει U+05D0c ᵃ) | ουτων] αυτου U+05D0* (-των U+05D0c.a 17 ζηλος U+05D0* (τον ζηλον U+05D0c.a) | οπλοποιγσει] οδοποιησει U+05D0* (οπλ. U+05D0c ᵃ) 18 - καιοσυνης U+05D0 20 συνπολεμησει U+05D0 | om δε 2⁰ A 21 νεφων] νεφελω 22 om και U+05D0* (hab U+05D0c.a) | πληρης U+05D0 | δε| τε U+05D0* (δε U+05D0c.a) | συγκλυσουσιν συνκλυουσιν A 23 εκλιμμησει A)
    613
  4. καὶ ἐρημώσει πᾶσα τὴν γῆν ἀνομία,
  5. καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
  1. Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε·
  2. μάθετε, δικασταὶ περάτων γῆς·
  1. ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους
  2. καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν.
  1. ὅτι ἐδόθη παρὰ τοῦ κυρίου ἡ κράτησις ὑμῖν.
  2. καὶ ἡ δυναστεία παρὰ Ὑψίστου,
  3. ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διεραυνήσει·
  1. ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς,
  2. οὐδὲ ἐφυλάξατε νόμον,
  3. οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε
  1. φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,
  2. ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.
  1. ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
  2. δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
  1. οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης,
  2. οὐδὲ ἐντραπήσεται μέγεθος·
  3. ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν,
  4. ὁμοίως τε προνοεῖ περὶ πάντων·
  1. τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔραυνᾷ.
  1. πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,
  2. ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.
  1. οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
  2. καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
  1. ἐπιθυμήσατε οὗν τῶν λόγων μου,
  2. ποθήσατε καὶ παιδευθήσεσθε.
  1. Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία,
  2. καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·
[*](23 πασαν BᵃᵇU+05D0A | κακοπραγεια Β*A (-για BᵇU+05D0) V 1 1 βασιλευς U+05D0* U+05D0A ( λεις U+05D0c.a⁽ᵛid)c. c) 2 oχλους U+05D0* ( λοις U+05D0c.a) 3 του κυριου] om του A | δυναστια U+05D0A | εξετασει] εξεται U+05D0 | διεραυνησει (διερευν. ΒᵃᵇA] εξεραυνησει U+05D0* (εξερευν. U+05D0c.c) 5 υπερεχουσι U+05D0 6 συγγνωστος] ευγνωστος U+05D0* συγν. (sic) U+05D0c.aA | ελεου A 7 προνοειται U+05D0 8 επιστατοι B | ρευνα BᵃᵇU+05D0A 10 τα οσια οσιως U+05D0* (οσιως τα οσια U+05D0c.a ᵃ) 12 αυτην] + rαι ευρισκεται υπο των ζητουντων αυτην BᵃᵇᵐᵍU+05D0A)
614
[*](B)
  1. φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
  1. ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει,
  2. πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
  1. τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης,
  2. καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
  1. ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα,
  2. καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς,
  3. καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.
  1. ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,