Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν,
  2. ἵνα ἀσφαλῶς εἰδότες οἶς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.
  1. προσεδέχθη ὑπὸ λαοῦ σου
  2. σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπωλία·
  1. ὧς γὰρ ἐτιμωρήσαω τοὺς ὑπεναντίους,
  2. τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
  1. κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν,
  2. καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο,
  3. τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν
  4. καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους,
  5. πατέρων ἤδη προαναμελπόντων αἴνους.
  1. ἀντήχει δʼ ἀσύμφωνος ἐχθρῶν ἡ βοή,
  2. καὶ οἰκτρὰ διεφέρετο θρηνουμένων παίδων.