Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν,
- τὸ τῆς ἰδίας λειτουργίας ὅπλον
- προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας·
- ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ,
- δεικνὺς ὅτι σός ἐστιν θεράπων.
- ἐνίκησεν τὸν ὄχλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνερἀλλὰ
- λόγῳ τὸν κολάζοντα ὑπέταξεν,
- ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
- σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπʼ ἀλλήλων νεκρῶν.
- μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν
- καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
- §24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος.
- καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς, [*](U+05D0AC)[*](14 om τα πανια (2°) Bᵃᵇ U+05D0A 16 επιταγην] υποταγην A | δ επι] δε U+05D0* (δ επι U+05D0c.ᵃ) δε επι A 17 δεινων U+05D0A 18 ριφεις] ριφθις A | εθνη- σκον U+05D0* (-σπκεν U+05D0c.ᵃ) A | ενεφανιζ| A 19 om τουτο | προσεμηνυσαν A 20 δικαιων] + τοτε U+05D0c.ᵃ + ποτε U+05D0c.ᵃ | πειρα] α sup ras Aᵃ | η οργη] +σου U+05D0* (improb U+05D0c.ᵃ) 21 προσευχης U+05D0c.ᵃ | τω θυμω] om τω U+05D0* (hab τω U+05D0c.ᵃ ) | επεθηκεν U+05D0A | δειγνυς A 22 ενικησεν] + δε Bᵃᵇ U+05D0A | ενεργια B* fort (-γεια Bᵃ) 23 σωρηδον] adnot ἀναριθμήτων ωσπερ| σωρός Bᵃ ᵐᵍ | πεπτωκοτων] ε sup ras Aᵃ? | ανεκοψεν U+05D0 | διεσχισεν] διεκοψεν U+05D0c.ᵃ 24 τετραστ....C | λιθων AC | γλυφη U+05D0* (-φης U+05D0c.ᵃ))
- καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
641
- τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δέ ἐφοβήθησαν·
- ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.
- Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη·
- προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
- ὅτι αὐτοὶ ἐπιστρέψαντες τοῦ ἀπεῖναι
- καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτούς,
- διώξουσιν μεταμεληθέντες.
- ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη
- καὶ προσοδυρόμενοι τάφοις νεκρῶν,
- ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας,
- καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς φυγάδας ἐδίωκον.
- εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο πέρας ἀνάγκη,
- καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν,
- ἵνα τὴν λείπουσαυ ταῖς βασάνοις προσαναπληρῶσαωσιν κόλασιν,
- καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ,
- ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον.
- ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο,
- ὑπηρετοῦσα ταῖς ἰδίαις ἐπιταγαῖς,
- ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς.
- ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη,
- ἐκ δὲ προυφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη,
- ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος,
- καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου·
- δι᾿ οὖ πανεθνεὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρί,
- θεωρήσαντες θαυμαστὰ τέρατα.
- ὡς γὰρ ἵπποι ἐνεμήθησαν
- καὶ ὡς ἀμνοὶ διεσκίρτησαν,
- αἰνοῦντές σε, Κύριε, τὸν ῥυόμενον αὐτούς·
642
[*](Β)- ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν,
- πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα,
- ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων.
- ἐφʼ ὑστέρῳ δὲ εἶδον καὶ νέαν γένεσιν ὀρνέων,
- ὅτε ἐπιθυμίᾳ προαχθέντες ἠτήσαντο ἐδέσματα τρυφῆς·
- εἰς γὰρ παραμυθίαν ἀνέβη αὐτοῖς ἀπὸ θαλάσσης
- ὀρτυγομήτρα.
- καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον,
- οὐκ ἄνευ τῶν γεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν·
- δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις,
- (¹³)καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν.
- οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας,
- οὗτοι δὲ εὐεργέτας ξενους ἐδουλοῦντο.
- καὶ οὐ μόνον, ἀλλ᾿ ἦ τις ἐπισκοπὴ ἔσται αὐτῶν,
- ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους·