Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὑπειληφότες γὰρ καταδυναστεύεια ἔθνος ἅγιον ἄνομοι.
- δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς
- κατακλεισθέντες ὀρόφοις, φυγάδες τῆς αἰωνίου προνοίας
- ἕκειντο.
- λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν,
- ἀφεγγεῖ λήθης παρακαλύμματι
- ἐσκορπίσθησαν, θαμβούμενοι δεινῶς
- καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι·
- οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβως διεφύλασσεν,
- ἦχοι δʼ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν,
- καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
- καὶ πυρὸς μέν οὐδεμία βία κατίσχυεν φωτίζειν,
- οὔτε ἄστρων ἔκλαμπροι φλόγες [*](U+05D0AC)[*](25 δεομενων] + σου U+05D0c.ᵃ 26 μαθουσιν C | γενεσις U+05D0AC | καρπων] ανων A | ανθρωπον] pr τον U+05D0c.ᵃ 27 μη φθειρομενων] διαφθειρομενων U+05D0* μη διαφθ. U+05D0c.ᵃ 28 ην] η U+05D0A | δει φθανειν] διαφθανιν U+05D0* (improb α 1° U+05D0c.ᵃ) δει φθανειν AC | επ] επι U+05D0 | om και C | προς ανατολην φωτος] προ ανατολης του φ. U+05D0c.ᵃ 29 χειμεριος Bᵃᵇ (χιμ. B* )] χειμερινη U+05D0Α (χιμ.) X VII 1 κρι- σις U+05D0* (-σεις U+05D0c.c) A 2 επειληφοτες C | ανομον U+05D0* (-μοι U+05D0c.ᵃ, c.c) | δε. σμιοις U+05D0* (-μιοι U+05D0c.ᵃ) | πεδῆlται B 3 ληθη C | εσκορπισθησαν] διεσκορπι- σθησαν U+05D0 εσκοτισθησαν AC | ινδαλμασιν] adnot φαντασμασν Bᵃ ᵐᵍ 4 μυ- χος] adnot ενδοτερον σκοτος Bᵃ mg μοιχος U+05D0* (μυχ. U+05D0c.ᵃ) μυθος A | μυχοσσαφ. Ψ | αφοβους AC | διεφυλαττεν AC | δ εκταρασσοντες] δε καταρασσοντες Bᵃᵇ AC δε ταρασσοντες U+05D0 | κατειφη U+05D0* (κατηφ. U+05D0c.ᵃ) 5 κατισχυε U+05D0 | φωτιζειν] φωτεν C | ουτε] + πυρογενις U+05D0c.ᵃ (νεις U+05D0c.c))
- καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
637
- διεφαίνετο δʼ αὐτοῖς μόνον
- αὐτομάτη πυρὰ φόβου πλήρης.
- ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως
- ἡγοῦυτο χείραω τὰ βλεπόμενα.
- μαγικῆς δέ ἐμπαίγματα κατέκειτο τέχνης,
- καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονίας ἔλεγχος ἐφύβριστος·
- οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς
- νοσούσης,
- οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
- καὶ γὰρ εἰ μηδέν αὐτοὺς ταραχῶδες ἐφόβει,
- κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι,
- διώλλυντο ἔντρομοι
- καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
- δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικ
- ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει.
- οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ
- βοηθημάτων·
- ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία
- πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βά-
- σανον αἰτίας.
- οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα
- καὶ ἐξ ἀδυνάτου ἄδου μυχῶν ἐπελθοῦσαν
- τὸν αὐτὸν ὕπνον κοιμώμενοι,
- τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων,
- τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ·
- αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν.
638
[*](Β)- εἶθ᾿ οὕτως, ὃς δή ποτʼ οὖν ἦν ἐκεῖ καταπίπτων,
- ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·
- εἴ τε γὰρ γεαοργὸς ἦν τις ἡ ποιμὴν
- ἢ τῶν κατʼ ἐρημίαν ἐργάτης μόχθων,
- προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην.
- μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν.
- εἴ τε πνεῦμα συρίζον, [*](¶ C)
- ἡ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελής, ¶
- ἢ ῥυθμὸς ὕδατος πορευομένου βία,
- *ἢ κτύπος ἀπηνὴς καταριπτομένων πετρῶυ,
- ἡ σκιρτώνταον ζῴων δρόμος ἀθεώρητος,
- ἡ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνή,
- ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ,
- παρέλυσεν αὐτοὺς ἐκφοβοῦντα.
- ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτί,
- καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·
- μόνοις δὲ ἐκείνοις ἐπέτατο βαρεῖα νύξ,
- εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους,
- ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.