Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀλλ᾿ ἐλογίσατο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν
  2. καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ,
  3. δεῖν γάρ φησιν ὅθεν δὴ κἂν ἐκ κακοῦ πορίζειν.
  1. οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει,
  2. ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
  1. πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπέρ ψυχὴν νηπίου,
  2. οἱ ἐχθροὶ τοῦ λαοῦ σου οἱ καταδυναστεύσαντες αὐτόν.
[*](U+05D0AC)[*](7 om θλίβων C | επιμοχθον] θον sup ras Bab εμιμουθον C | εκαστον] pr εν U+05D0AC | αλλ...ανεπλασατο] pr asterisc U+05D0c.a | om τα τε εν. πανθ ομοιως C | πανθ] παντα U+05D0A | ετερου] ετερων U+05D0* (-ρου U+05D0c.a) εκατερου AC (-τερουν) | η χρησις] om η U+05D0* (hab U+05D0c.a postea ras) 8 πλασσει εκ του αυτου πηλου A | γεννηθεις U+05D0 (-θις) A | πορευσεται C 9 αντερειδεται (αντεριδ. U+05D0)] εντερι- δειται E | πλασσει] πρασσει C 10 ευτελεστερα] ευ|τερα U+05D0* (ευτελ. U+05D0c.a) 11 πλασαντα] ποιησαντα AC | ψυχην] pr εις C | εμφυσησαντα (ενφ. U+05D0)] +αυτω BU+05D0c.aC*vid (ras Cᵃ) 12 αλλ] αλλα A | ελογισαντο BabU+05D0* (-σατο U+05D0c.a) AC | δειν] adnot δειν γάρ φησι πόθεν δει κἂν εκ κακου ποριζῃ Bᵇᵐᵍsup | φασιν AC | om οθεν δη U+05D0 | καν] και A om C 13 ευθραστα U+05D0AC 14 παντες] παντων AC | αφρονεστεροι U+05D0C | ψυχας νηπιων AC | οι καταδυν.] om οι BᵃᵇU+05D0* (hab U+05D0c.a) C | αυτον] αυτων U+05D0c.a)
633
  1. ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς,
  2. οἶς οὔτε ὀμμάτων χρῆσις εἰς ὄρασιν,
  3. οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος,
  4. οδτε ὤτα ἀκούειν,
  5. οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν,
  6. καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
  1. ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς,
  2. καὶ τὸ πνεῦμα δεδανισμένος ἔπλασεν αὐτούς·
  3. οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·
  1. θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις·
  2. κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ,
  3. ὧν αὐτὸς μέν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
  1. Καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται·
  2. ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα.
  1. οὐδ᾿ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει,
  2. ἐκπέφευγεν δέ καὶ τὸν τοῦ θεοῦ ἔπαινον κοίτὴν εὐλογίαν οὐ
  1. διὰ τοῦτο δι᾿ ὁμοίων ἐκολάσθησαν ἀξίως,
  2. καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν.
  1. ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου,
  2. εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν,
  3. τροφὴν ἡτοίμασας ὀρτυγομήτραν.
  1. ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν
  2. διὰ τὴν δειχθεῖσαν τῶν ἐπαπεσταλμένων
  3. καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται,
  4. αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι
  5. καὶ ξένης μετάσχωσι γεύσεως.